← The Odyssey, Opus 4.8 Translation

Book 7

The Palace of Alcinous

1ὧς ὁ μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,So he prayed there, much-enduring godlike Odysseus,
κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.while the strength of the two mules bore the girl to the city.
ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε,And when she reached the glorious halls of her father,
στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶςshe halted at the gateway, and about her her brothers
5ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνηςstood, men like the immortals, who from the wagon
ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.were loosing the mules and carrying the clothes inside.
αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρShe herself went to her chamber, and a fire was kindled for her
γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,by an old woman of Apeira, the chambermaid Eurymedusa,
τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·whom the curved ships had once brought from Apeira;
10Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσινthey chose her out as a prize of honor for Alcinous, since over all
Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·the Phaeacians he was king, and the people heard him like a god.
ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.She had reared white-armed Nausicaa in the halls.
ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.She kindled the fire for her and prepared her supper within.
καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ ἈθήνηAnd then Odysseus rose to go to the city; and about him Athena
15πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,poured a thick mist, with kind thoughts toward Odysseus,
μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσαςlest any of the great-hearted Phaeacians, meeting him,
κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.should taunt him with words and ask him who he was.
ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,But when he was about to enter the lovely city,
ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,there the goddess met him, grey-eyed Athena,
20παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.in the likeness of a young girl, carrying a pitcher.
στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·She stood before him, and godlike Odysseus questioned her:
ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο"My child, could you not guide me to the house of a man,
Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;of Alcinous, who is king among these people here?
καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνωFor I come here a stranger, worn with hardship,
25τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδαfrom far away, from a distant land; so I know no one
ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.of the men who hold this city and this country."
τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·Then the goddess answered him, grey-eyed Athena:
τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,"Then I will show you, stranger father, the house you ask me of,
δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.for it stands near to that of my own blameless father.
30ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,But go on in silence like this, and I will lead the way,
μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.and gaze at no one among the men, nor question them.
οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,For these people do not much endure strangers,
οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.nor do they welcome and befriend whoever comes from elsewhere.
νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσιTrusting in their swift and rapid ships,
35λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·they cross the great gulf, since the earth-shaker granted it them;
τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.and their ships are swift as a wing or a thought."
ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς ἈθήνηSo speaking Pallas Athena led the way
καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.swiftly, and then he walked behind in the goddess's tracks.
τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησανAnd the Phaeacians famous for ships did not notice him
40ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνηas he went down through the city among them; for Athena
εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺνthe lovely-haired one would not allow it, dread goddess, who round him a mist
θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.poured down, marvelous, with kind intent in her heart.
θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσαςAnd Odysseus marveled at the harbors and the balanced ships,
αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰand the gathering-places of the heroes themselves, and the walls,
45ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.long and high, fitted with stakes, a wonder to behold.
ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο,But when they came to the glorious house of the king,
τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·among them the goddess began to speak, grey-eyed Athena:
οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις"This, then, is the house, stranger father, that you bade me
πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆαςpoint out to you; and you will find the god-nurtured kings
50δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷfeasting at their banquet; but go inside, and do not in your heart
τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνωνbe afraid; for the bold man is better in all
ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.his undertakings, even if he comes from somewhere else.
δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·The mistress you will meet first within the halls;
Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήωνArete is her name, that she is called by, and she comes from parents
55τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.the very same who gave birth to king Alcinous.
Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθωνNausithous first Poseidon the earth-shaker
γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,begot, and Periboea, best in form among women,
ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,the youngest daughter of great-hearted Eurymedon,
ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.who once was king over the overweening Giants.
60ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·But he destroyed his reckless people, and was destroyed himself;
τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδαand with her Poseidon lay and begot a son,
Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·great-hearted Nausithous, who ruled among the Phaeacians;
Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.and Nausithous fathered Rhexenor and Alcinous.
τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος ἈπόλλωνHim, still without a son, Apollo of the silver bow struck down,
65νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόνταa bridegroom in his hall, leaving one only daughter,
Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,Arete; her Alcinous made his wife,
καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,and he honored her as no other woman on earth is honored,
ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.of all the women who now keep house beneath their husbands.
ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστινSo she has been and is honored from the heart,
70ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιοboth by her own dear children and by Alcinous himself
καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντεςand by the people, who, gazing on her as on a god,
δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.greet her with words whenever she walks through the town.
οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·For she herself lacks nothing of noble understanding,
ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.and for those she favors she settles quarrels even among men.
75εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,If she should be kindly disposed toward you in her heart,
ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαιthen there is hope for you to see your own people and to reach
οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.your high-roofed house and your native land."
ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις ἈθήνηSo speaking grey-eyed Athena went away
πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,over the barren sea, and left lovely Scheria,
80ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,and came to Marathon and to Athens of the wide streets,
δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺςand entered the well-built house of Erechtheus. But Odysseus
Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρwent toward the glorious halls of Alcinous; and his heart
ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.churned with many thoughts as he stood there, before he crossed the bronze threshold.
ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνηςFor there was a radiance as of the sun or moon
85δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.throughout the high-roofed house of great-hearted Alcinous.
χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,For bronze walls ran this way and that,
ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·from the threshold to the inmost room, and around them a frieze of blue enamel;
χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·and golden doors closed off the well-built house within;
σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,silver doorposts stood in the bronze threshold,
90ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.and the lintel above was silver, and the door-handle gold.
χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,And on either side were dogs of gold and silver,
οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσιwhich Hephaestus had fashioned with his knowing mind
δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,to guard the house of great-hearted Alcinous,
ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.being immortal and ageless all their days.
95ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,And within, thrones were set against the wall this way and that,
ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοιfrom the threshold to the inmost room, straight through, and on them cloths
λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.of fine woven work were thrown, the labor of women.
ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντοThere the leaders of the Phaeacians would sit
πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.drinking and eating; for they had abundance always.
100χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶνAnd golden youths on well-built pedestals
ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,stood holding blazing torches in their hands,
φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.lighting the nights throughout the halls for the banqueters.
πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκεςAnd he has fifty serving-women throughout the house,
αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,some of whom grind the yellow grain upon the millstones,
105αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσινwhile others weave at the looms and twirl the spindles,
ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·sitting, like the leaves of a tall poplar tree;
καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.and from the close-woven linens the liquid oil drips off.
ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶνAs much as the Phaeacians beyond all men are skilled
νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκεςat driving a swift ship upon the sea, so are their women
110ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνηskilled at the loom; for Athena granted them beyond others
ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.to know surpassingly lovely crafts and to have noble minds.
ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράωνOutside the courtyard, near the gates, is a great orchard
τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.of four measures; and a hedge runs around it on both sides.
ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,And there tall trees grow flourishing,
115ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποιpears and pomegranates and apple trees with shining fruit,
συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.and sweet fig trees and olives in their flourishing.
τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπειOf these the fruit never perishes nor fails,
χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶneither in winter nor in summer, but lasts the whole year through; but always
Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.the West Wind, blowing, brings some to birth and ripens others.
120ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ,Pear ripens upon pear, and apple upon apple,
αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.and cluster ripens upon cluster, and fig upon fig.
ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,There too his fruitful vineyard has its roots,
τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳand one part of it, a drying-ground on level land,
τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν,is warmed by the sun, while other grapes they are gathering,
125ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσινand others they tread; and in front are the unripe grapes
ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.shedding their blossom, while others turn dark and ripen.
ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχονAnd there, along the last row, well-ordered garden beds
παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·of every kind grow flourishing the whole year round;
ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπανταand in it are two springs, one that runs throughout the whole garden,
130σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησιwhile the other flows the other way beneath the courtyard's threshold
πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.toward the high house, where the townsfolk drew their water.
τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.Such were the gods' glorious gifts in the house of Alcinous.
ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.There standing much-enduring godlike Odysseus gazed.
αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,But when he had marveled at all things in his heart,
135καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.swiftly he stepped across the threshold into the house.
εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδονταςAnd he found the leaders and rulers of the Phaeacians
σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,pouring libations from their cups to the keen-eyed slayer of Argus,
ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.to whom last of all they poured, when they were minded for sleep.
αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος ὈδυσσεὺςBut he went through the house, much-enduring godlike Odysseus,
140πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,wrapped in thick mist, which Athena had shed around him,
ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.until he reached Arete and Alcinous the king.
ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,And Odysseus threw his arms about the knees of Arete,
καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.and then at last the divine mist flowed back from him.
οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·And they fell silent through the house, seeing the man;
145θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς·they wondered as they gazed. And Odysseus made his prayer:
Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,"Arete, daughter of godlike Rhexenor,
σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσαςto your husband and your knees I come, after many hardships,
τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖενand to these banqueters; may the gods grant them prosperity
ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστοςin their living, and may each hand down to his children
150κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν·the possessions in his halls and the honor the people gave him;
αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαιbut for me, urge on an escort to reach my homeland
θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.quickly, since long, far from my friends, I have suffered miseries."
ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσινSo speaking he sat down at the hearth in the ashes
πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.beside the fire; and they all fell hushed in silence.
155ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,At last there spoke among them the old hero Echeneus,
ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦενwho was the eldest of the Phaeacian men
καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·and excelled in speech, knowing many things of old;
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·he with good will addressed their gathering and spoke among them:
Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,"Alcinous, this is not the finer thing, nor is it fitting,
160ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν,that a stranger should sit on the ground at the hearth in the ashes;
οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.and these men wait, holding back for your word.
ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλουBut come, raise the stranger up and seat him
εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσονon a silver-studded chair, and command the heralds
οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳto mix the wine, that to Zeus who delights in thunder
165σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·we may pour libation, who attends on suppliants worthy of reverence;
δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.and let the housekeeper give the stranger supper from the stores within."
αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο,But when the sacred might of Alcinous heard this,
χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτηνhe took by the hand skilled Odysseus of intricate cunning
ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,and raised him from the hearth and set him on a shining chair,
170υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,having his son rise, the manly Laodamas,
ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.who sat beside him, and whom he loved the most.
χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσαA handmaid brought water in a pitcher and poured it
καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,from a beautiful golden jug above a silver basin,
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.for washing; and beside him she drew up a polished table.
175σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,The revered housekeeper brought bread and set it before him,
εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.laying on many dishes, freely giving of her store.
αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.Then he drank and ate, much-enduring godlike Odysseus.
καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·And now the might of Alcinous spoke to the herald:
Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον"Pontonous, mix the mixing-bowl and serve the wine
180πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳto all through the hall, that to Zeus who delights in thunder
σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.we may pour libation, who attends on suppliants worthy of reverence."
ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,So he spoke, and Pontonous mixed the honey-hearted wine,
νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.and served it to all, first pouring drops in the cups.
αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός,But when they had poured libation and drunk as much as their hearts desired,
185τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·Alcinous addressed their gathering and spoke among them:
κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες"Hear me, leaders and counselors of the Phaeacians,
ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.that I may say what the heart in my breast commands.
νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·Now, having feasted, go home and lie down to rest;
ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντεςand at dawn, calling more of the elders together,
190ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσινwe will entertain the stranger in the halls and to the gods
ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆςmake fine sacrifices, and after that consider his escort,
μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίηςso that the stranger, without toil or grief,
πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηταιunder our escort may reach his native land,
χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,rejoicing, swiftly, even if it lies very far away,
195μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,and may suffer no evil or harm along the way,
πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειταbefore he sets foot on his own land; there, thereafter,
πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαιhe will endure whatever fate and the heavy Spinners
γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.spun for him with their thread at his birth, when his mother bore him.
εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,But if he is some immortal come down from heaven,
200ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.then the gods are contriving some other thing here.
αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖςFor always before now the gods appear to us in plain sight,
ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,whenever we offer up our glorious hecatombs,
δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.and they feast beside us, seated where we ourselves are seated.
εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,And even if some lone traveler comes upon them,
205οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,they hide nothing, since we are close kin to them,
ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.as are the Cyclopes and the wild tribes of the Giants.
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Then resourceful Odysseus answered him and said:
Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε"Alcinous, let some other thing occupy your mind; for I am not
ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,like the immortals, who hold the wide heaven,
210οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.not in build or stature, but like mortal men.
οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀιζὺνWhatever men you know that bear the heaviest misery,
ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.to those I could be equal in my sorrows.
καὶ δʼ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,And still more evils I could tell of,
ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.all that I have suffered by the will of the gods.
215ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·But let me eat my supper, grieved though I am;
οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλοfor there is nothing more shameless than the hateful belly,
ἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃwhich bids a man remember it by force,
καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,even one worn down and holding grief in his heart,
ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλʼ αἰεὶas I too hold grief in my heart, yet always
220ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντωνit bids me eat and drink, and makes me forget
ληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.all that I have suffered, and commands me to be filled.
ὑμεῖς δʼ ὀτρύνεσθαι ἅμʼ ἠοῖ φαινομένηφιν,But you, bestir yourselves as soon as Dawn appears,
ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρηςso that you may set me, unhappy man, on my native land,
καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼνthough I have suffered much; and let life leave me once I have seen
225κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.my possessions, my slaves, and my great high-roofed house."
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευονSo he spoke, and they all praised him and urged
πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.that the stranger be given escort, since he had spoken fittingly.
αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός,But when they had poured libations and drunk as much as their hearts desired,
οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,they went off, each to his own house, to lie down,
230αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,but godlike Odysseus was left behind in the hall,
πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴςand beside him Arete and godlike Alcinous
ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός.sat; and the maids cleared away the vessels of the feast.
τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·Among them white-armed Arete began to speak,
ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσαfor she recognized the cloak and tunic, seeing the garments,
235καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·fine ones, that she herself had made with her serving women;
καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·and she spoke and addressed him in winged words:
ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·"Stranger, this I myself will ask you first of all:
τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;Who are you among men, and from where? Who gave you these garments?
οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;Did you not say you came here wandering over the sea?"
240τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Then resourceful Odysseus answered her and said:
ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαιIt is hard, my queen, to tell from start to finish
κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·my sorrows, since the gods of heaven have given me many;
τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.but this I will tell you, what you ask and question me about.
Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·There is an island, Ogygia, that lies far off in the sea;
245ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼthere the daughter of Atlas, guileful Calypso,
ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇdwells, the lovely-haired, a dread goddess; and no one,
μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.neither of gods nor of mortal men, mingles with her.
ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμωνBut some divine power brought me, wretched, to her hearth,
οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷalone, when Zeus with a blazing thunderbolt had struck
250Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.my swift ship and shattered it in the middle of the wine-dark sea.
ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,There all the rest of my noble companions perished,
αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσηςbut I myself, clutching the keel of the curved ship in my arms,
ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃdrifted for nine days; and on the tenth, in the black night,
νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼthe gods brought me near the island Ogygia, where Calypso
255ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσαdwells, the lovely-haired, a dread goddess, who took me in
ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκεand tended me kindly and cherished me, and kept saying
θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·she would make me immortal and ageless all my days;
ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.but never did she persuade the heart within my breast.
ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶThere I stayed seven years unbroken, and always with my tears
260δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·I wet the immortal garments that Calypso had given me;
ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,but when at last the eighth circling year came round for me,
καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαιthen indeed she urged me and bade me to set out,
Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.whether by a message from Zeus, or her own mind had turned.
πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,She sent me on a raft bound with many fastenings, and gave me much,
265σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,food and sweet wine, and clothed me in immortal garments,
οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.and sent forth a wind, gentle and warm, without harm.
ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,For seventeen days I sailed, making my way over the sea,
ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόενταand on the eighteenth appeared the shadowy mountains
γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορof your land, and my heart rejoiced within me,
270δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖill-fated one; for I was still to be joined with much
πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,misery, which Poseidon the earth-shaker roused against me,
ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,who set the winds upon me and blocked my passage,
ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμαand stirred up an unspeakable sea, and the waves would not
εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.let me be borne on the raft, groaning without cease.
275τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γεThen the storm scattered it apart; but I myself,
νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃswimming, cut my way through this gulf, until the wind
ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.and the water bore me and brought me near your land.
ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου,There, as I came out, the wave would have crushed me against the shore,
πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·hurling me on the great rocks and a joyless place;
280ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθονbut I drew back and swam again, until I came
ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,to a river, where the ground seemed best to me,
λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.smooth of rocks, and there was shelter from the wind.
ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξI fell out, gathering my spirit, and ambrosial night
ἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖοcame on. And I, away from the sky-fed river,
285ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλαclimbing out, lay down in the bushes, and heaped leaves
ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.around me; and the god poured boundless sleep upon me.
ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορThere among the leaves, grieved at heart,
εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.I slept all night long, on through dawn and midday.
δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.The sun was sinking when sweet sleep released me.
290ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸςAnd I saw your daughter's handmaids on the shore
παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι·at play, and she herself among them, like the goddesses;
τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,I made my plea to her, and she failed in no good judgment,
ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσανταsuch as you would not expect a younger one, meeting you,
ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.to show; for the young are always thoughtless.
295ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνονShe gave me food in plenty and gleaming wine,
καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε.and bathed me in the river, and gave me these clothes.
ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.These things, grieved though I am, I have told you truly.
τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·Then Alcinous answered him in turn and spoke:
ξεῖνʼ, ἦ τοι μὲν τοῦτο γʼ ἐναίσιμον οὐκ ἐνόησεStranger, in truth my child did not judge rightly
300παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶνin this, that she did not bring you with her handmaid women
ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.to our house, since it was to her first you made your plea.
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Then resourceful Odysseus answered him and said:
ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην·Hero, do not for this rebuke your blameless girl;
ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,for she did bid me follow along with the handmaids,
305ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,but I would not, in fear and out of shame,
μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·lest your heart too should be angered at the sight;
δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.for jealous are we tribes of men upon the earth.
τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·Then Alcinous answered him in turn and spoke:
ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρStranger, the heart within my breast is not the kind
310μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα.to rage for no cause; better in all things is what is fitting.
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,Would, by Father Zeus, by Athena and Apollo,
τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ,that being such as you are, thinking as I think too,
παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαιyou would keep my daughter and be called my son-in-law,
αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην,staying here; and I would give you house and possessions,
315εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξειif you stayed willingly; but against your will none will hold you
Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.of the Phaeacians—may that not be dear to Father Zeus.
πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς,Your passage home I appoint for this—that you may know well—
αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳfor tomorrow; and then you, overcome by sleep,
λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαιwill lie at rest, and they will row the calm sea, until you reach
320πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,your native land and home, or wherever is dear to you,
εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης,even if it lies much farther off than Euboea,
τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντοwhich they say is farthest of all, those who saw it
λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυνof our people, when they carried tawny Rhadamanthys
ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.to visit Tityos, the son of Gaia.
325καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσανAnd they went there, and without weariness accomplished it
ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω.on that same day, and made their journey home again.
εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισταιYou yourself will know within your mind how excellent
νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.my ships are, and my young men at tossing the sea with the oar-blade.
ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,So he spoke, and much-enduring godlike Odysseus rejoiced,
330εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·and then in prayer he spoke, and said the word, and called aloud:
Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπανταFather Zeus, may Alcinous bring to fulfillment all
Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουρανthat he has said; then over the grain-giving earth
ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.his fame would be unquenchable, and I would reach my native land.
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·So they spoke such things to one another;
335κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισινand white-armed Arete called out to her handmaids
δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰto set up a bedstead beneath the portico, and to throw on it
πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπηταςfine purple blankets, and to spread coverlets over them,
χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.and to lay woolen cloaks on top for covering.
αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·And they went out from the hall, torches in their hands;
340αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,but when in haste they had spread the well-made bed,
ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·they came and stood by Odysseus and roused him with words:
ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.Rise now and lie down to sleep, stranger; your bed is made.
ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.So they spoke, and welcome it seemed to him to lie at rest.
ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος ὈδυσσεὺςSo he slept there, much-enduring godlike Odysseus,
345τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·in the corded bedstead beneath the echoing portico;
Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,but Alcinous lay down in the inner chamber of the high house,
πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.and beside him his lady wife made ready couch and bed.
← Book 6ContentsBook 8 →