← The Odyssey, Opus 4.8 Translation

Book 6

Nausicaa

1ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος ὈδυσσεὺςSo there he slept, much-enduring godlike Odysseus,
ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνηworn down by sleep and weariness; but Athena
βῆ ῥʼ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,went to the country and the city of the Phaeacian men,
οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,who once had dwelt in Hyperia of the wide dancing-grounds,
5ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,near to the Cyclopes, those overbearing men,
οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.who kept harrying them, being stronger in violence.
ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,From there godlike Nausithous roused and led them away,
εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,and settled them in Scheria, far from men who toil for bread,
ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,and drove a wall around the city, and built the houses,
10καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας.and made the temples of the gods, and portioned out the fields.
ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,But by now, broken by fate, he had gone down to Hades,
Ἀλκίνοος δὲ τότʼ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.and Alcinous ruled then, taught his counsels by the gods.
τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,To his house went the goddess, grey-eyed Athena,
νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.devising the homecoming for great-hearted Odysseus.
15βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρηShe went into the richly-wrought chamber, where a girl
κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,was sleeping, in form and beauty like the immortals,
Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,Nausicaa, the daughter of great-hearted Alcinous,
πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,and beside her two handmaids, with beauty from the Graces,
σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.one on each side of the doorposts; and the shining doors were shut.
20ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,Like a breath of wind she rushed to the girl's bed,
στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,and stood above her head, and spoke a word to her,
εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,likening herself to the daughter of Dymas, famed for ships,
ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.who was her own age, and dear to her heart.
τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·Likening herself to her, grey-eyed Athena said:
25Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο μήτηρ;"Nausicaa, why did your mother bear you so heedless?
εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,Your shining garments lie there uncared for,
σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴνand your marriage is near, when you must wear
ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται.fine clothes yourself, and provide them for those who escort you.
ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνειFor from such things a good report goes up
30ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.among men, and your father and honored mother rejoice.
ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι·So let us go washing as soon as Dawn appears;
καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχισταand I will come along as your helper, that soon
ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·you may be ready, since not much longer will you be a maiden;
ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμονfor already the noblest men throughout the land
35πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.of all the Phaeacians court you, where you too have your birth.
ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸCome now, urge your glorious father, before the dawn,
ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσιto make ready the mules and the wagon, which will carry
ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.the sashes and the robes and the shining coverlets.
καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσινAnd for you yourself it is far finer to go this way
40ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.than on foot; for the washing-pools are far from the city."
ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις ἈθήνηSo having spoken grey-eyed Athena went away
Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶto Olympus, where they say the seat of the gods stays firm
ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳforever. It is not shaken by winds nor ever wet
δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρηby rain, nor does snow come near it, but a great clear sky
45πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη·spreads cloudless, and a white radiance runs across it;
τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.there the blessed gods take their delight all their days.
ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.There the grey-eyed one went, when she had told the girl her will.
αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρεAt once fair-throned Dawn came, who woke her,
Ναυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον,Nausicaa of the lovely robes; at once she marveled at the dream,
50βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν,and set out through the halls to tell it to her parents,
πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας·her dear father and her mother; she found them within:
ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶνher mother sat at the hearth with her serving-women
ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζεspinning yarn dyed sea-purple; and her father she met
ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆαςas he went to the door to join the glorious kings
55ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.in council, where the noble Phaeacians had summoned him.
ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·And standing very close she spoke to her dear father:
πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην"Dear papa, would you not make ready for me a wagon,
ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαιa high one with good wheels, so I may take the fine garments
ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;to the river to wash them, which lie soiled for me?
60καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόνταAnd for you yourself it is fitting, being among the first men,
βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα.to deliberate in council with clean clothing on your body.
πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,And five dear sons are born to you here in the halls,
οἱ δύʼ ὀπυίοντες, τρεῖς δʼ ἠίθεοι θαλέθοντες·two of them married, but three flourishing bachelors;
οἱ δʼ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντεςand they always want to go to the dance
65ἐς χορὸν ἔρχεσθαι· τὰ δʼ ἐμῇ φρενὶ πάντα μέμηλεν.with freshly washed garments; and all this is my care."
ὣς ἔφατʼ· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναιSo she spoke, for she was shy to name glad marriage
πατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ·to her dear father. But he understood it all and answered her:
οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου."I do not grudge you the mules, child, nor anything else.
ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνηνGo; and the servants will make ready the wagon for you,
70ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.a high one with good wheels, fitted with an upper frame."
ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο.So speaking he called to the servants, and they obeyed.
οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείηνThey made ready outside the well-wheeled mule-wagon,
ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ·and led the mules up and yoked them beneath the wagon;
κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.and the girl brought the shining clothing from the chamber.
75καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ,And this she laid on the well-polished wagon,
μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴνand her mother put in a basket food to satisfy the heart,
παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευενof every kind, and put in relishes, and poured out wine
ἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης.in a goatskin; and the girl climbed onto the wagon.
δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,And she gave her soft olive oil in a golden flask,
80ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.so she might anoint herself with her serving-women.
ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,And she took up the whip and the shining reins,
μάστιξεν δʼ ἐλάαν· καναχὴ δʼ ἦν ἡμιόνοιιν.and lashed them to drive on; and there was a clatter of the mules.
αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν,They strained without ceasing, and carried the clothing and the girl,
οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.not alone, for beside her went the other serving-women too.
85αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο,And when they came to the lovely stream of the river,
ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρwhere indeed there were washing-pools unfailing, and much water,
καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,fair, welled up beneath, enough to clean the foulest garments,
ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.there they unyoked the mules from the wagon,
καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήενταand drove them along beside the eddying river
90τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνηςto graze on the honey-sweet grass; and from the wagon
εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,they took up the clothing in their hands and carried it into the dark water,
στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.and trod it in the trenches swiftly, vying with one another.
αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,But when they had washed and cleansed all the dirt away,
ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλισταthey spread it out in rows along the shore of the sea, where most
95λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.the waves washed the pebbles clean against the land.
αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳAnd they, when they had bathed and anointed themselves richly with oil,
δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο,then took their meal beside the banks of the river,
εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.and waited for the clothing to dry in the beams of the sun.
αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,But when they were satisfied with food, the servants and she herself,
100σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·they threw off their headscarves and played at ball,
τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.and among them white-armed Nausicaa led the song.
οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα,As Artemis, the shooter of arrows, goes down the mountains,
ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,either along the ridges of towering Taygetus or Erymanthus,
τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·delighting in the wild boars and the swift deer,
105τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,and with her the nymphs, daughters of Zeus who bears the aegis,
ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·the field-haunting ones, play, and Leto's heart is glad;
πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,above them all she holds her head and her brows,
ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·and is easily known, though all of them are lovely,
ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.so this unwed maiden shone out among her serving-women.
110ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαιBut when she was about to set out for home again,
ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά,having yoked the mules and folded the fair clothing,
ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,then the goddess, grey-eyed Athena, thought of other things,
ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην,how Odysseus might awake and see the fair-faced girl,
ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.who might lead him to the city of the Phaeacian men.
115σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια·Then the princess threw the ball toward a serving-woman,
ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ·and missed the serving-woman, and cast it into a deep eddy,
αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς,and they cried aloud; and godlike Odysseus awoke,
ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·and sitting up he pondered in his mind and in his heart:
ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;"Ah me, to the land of what mortals have I come now?
120ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,Are they violent and wild and without justice,
ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;or hospitable, and their minds god-fearing?
ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·The cry that came about me was of girls, of women,
νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηναof nymphs, who hold the steep peaks of the mountains
καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.and the springs of rivers and the grassy meadows.
125ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;Or am I somewhere near men whose speech I can share?
ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.But come, let me test it for myself and see.
ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,So speaking godlike Odysseus crept out from the thickets,
ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃand from the dense wood he broke a leafy branch off
φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.with his stout hand, to shield the man's nakedness about his body.
130βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,He went like a mountain-bred lion trusting in his strength,
ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσεwho goes rained upon and blown by wind, and his two eyes
δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσινblaze; and he goes after the cattle or the sheep
ἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρor after the wild deer; and his belly bids him
μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·to try even for the flocks, to enter the close-built fold;
135ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλεso Odysseus was about to move among the fair-haired girls,
μίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε.naked though he was; for need had come upon him.
σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,He appeared terrible to them, befouled with brine,
τρέσσαν δʼ ἄλλυδις ἄλλη ἐπʼ ἠιόνας προὐχούσας·and they scattered one this way, one that, along the jutting shores;
οἴη δʼ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνηand only the daughter of Alcinous stayed; for in her Athena
140θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.set courage in her heart and took the fear from her limbs.
στῆ δʼ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,She stood and held her ground; and Odysseus pondered
ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,whether to grasp the fair-faced girl's knees and beseech her,
ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισιor just so with honeyed words, standing apart,
λίσσοιτʼ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.to beseech her, if she might show the city and give him clothing.
145ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,So as he pondered it seemed to him the better course
λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,to beseech her with honeyed words, standing apart,
μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.lest the girl grow angry in her heart if he grasped her knees.
αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.At once he spoke a honeyed and a cunning word:
γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός ἐσσι;"I beseech you, my queen — are you a goddess, or a mortal?
150εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,If you are some goddess, one of those who hold the wide heaven,
Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,to Artemis, the daughter of great Zeus,
εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐίσκω·in beauty and stature and form I liken you most closely;
εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,but if you are one of the mortals who dwell upon the earth,
τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,three times blessed then are your father and your honored mother,
155τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸςthree times blessed your brothers; surely their hearts
αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,are always warmed with gladness on your account,
λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.watching such a flower step into the dancing-place.
κεῖνος δʼ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,And that man is blessed in his heart beyond all others,
ὅς κέ σʼ ἐέδνοισι βρίσας οἶκόνδʼ ἀγάγηται.who, prevailing with his bride-gifts, leads you home.
160οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,For never yet have I seen with my eyes such a mortal,
οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα· σέβας μʼ ἔχει εἰσορόωντα.no man, no woman: awe holds me as I look on you.
Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷIn Delos once, beside Apollo's altar,
φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·I saw such a thing, a young palm-shoot springing up;
ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,for there too I went, and a great host followed with me,
165τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι.on that journey where bitter troubles were to come to me.
ὣς δʼ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷAnd in the same way, seeing that, I marveled in my heart
δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,a long time, since no such shaft had ever risen from the earth;
ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶςso at you, lady, I wonder and am amazed, and I dread terribly
γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.to clasp your knees; yet a hard grief has come upon me.
170χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·Yesterday, on the twentieth day, I escaped the wine-dark sea;
τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαιuntil then the wave and the rushing gales kept bearing me
νήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων,from the island of Ogygia. Now some god has cast me here,
ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίωso that here too, perhaps, I may suffer some evil; for I do not think
παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.it will cease, but the gods will accomplish much more still before that.
175ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσαςBut, my queen, have pity: for after enduring many evils
ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδαit is you I come to first; not one of the others do I know
ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.among the people who hold this city and this land.
ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,Show me the town, and give me a rag to throw about me,
εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.if perhaps you had some wrapper for the linen when you came here.
180σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,And may the gods grant you all that your heart desires,
ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειανa husband and a home, and may they bestow a like-mindedness,
ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,a noble one; for nothing is greater or better than this,
ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητονthan when two who think alike in their hearts keep house together,
ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι,a man and a woman; a great grief to their enemies,
185χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί.and a joy to their friends; but they themselves know it best.
τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·Then white-armed Nausicaa answered him:
ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας·Stranger, since you seem neither a base nor a foolish man—
Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,Olympian Zeus himself apportions happiness to men,
ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·to the noble and the base, to each as he wills;
190καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.and to you, it seems, he gave these things, and you must bear them all the same.
νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,But now, since you have reached our city and our land,
οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,you shall not lack for clothing, nor for anything else
ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα.that is fitting for a hard-tried suppliant who has come to us.
ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.I will show you the town, and tell you the name of the people.
195Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,The Phaeacians hold this city and this land,
εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,and I am the daughter of great-hearted Alcinous,
τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.on whom depend the strength and the might of the Phaeacians.
ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·So she spoke, and called to her fair-haired handmaids:
στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;Stand by me, my maids; where do you flee at the sight of a man?
200ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;Surely you do not think him one of our enemies?
οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,There is no living mortal, nor shall one be born,
ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηταιwho could come to the land of the Phaeacian men
δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.bringing war upon us: we are very dear to the immortals.
οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,We dwell apart, in the surging sea,
205ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.the farthest of men, and no other mortal has dealings with us.
ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,But this is some luckless wanderer who has come here,
τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντεςand now we must care for him; for all strangers
ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.and beggars come from Zeus, and a gift, though small, is welcome.
ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,So give the stranger food and drink, my maids,
210λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.and bathe him in the river, where there is shelter from the wind.
ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,So she spoke, and they halted and called to one another,
κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσενand they seated Odysseus in the shelter, as she commanded,
Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·Nausicaa, daughter of great-hearted Alcinous;
πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν,and beside him they laid a cloak and a tunic for garments,
215δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,and gave him soft olive oil in a golden flask,
ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.and bade him bathe in the streams of the river.
δή ῥα τότʼ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·Then indeed godlike Odysseus spoke among the handmaids:
ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸςHandmaids, stand off there, apart, while I myself
ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δʼ ἐλαίῳwash the brine from my shoulders, and anoint myself
220χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.with oil; for it is long since oil touched my skin.
ἄντην δʼ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρBut before your faces I will not bathe; for I am ashamed
γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών.to stand naked among fair-haired girls.
ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα κούρῃ.So he spoke, and they went off apart, and told the girl.
αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος ὈδυσσεὺςBut godlike Odysseus washed his skin in the river,
225ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,the brine that clung about his back and broad shoulders,
ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.and from his head he scrubbed the scurf of the barren sea.
αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν,But when he had washed all clean and anointed himself with oil,
ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής,and had put around him the garments the unwed maiden gave,
τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖαthen Athena, sprung from Zeus, made him
230μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητοςgreater to look upon and stronger, and down from his head
οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.she sent his curling hair, like the hyacinth flower.
ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρAs when a man pours gold over silver,
ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνηa skilled man whom Hephaestus and Pallas Athena
τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,have taught every kind of craft, and he brings graceful works to their end,
235ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.so she poured grace upon his head and shoulders.
ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,Then he went off and sat down apart on the shore of the sea,
κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.gleaming with beauty and grace; and the girl gazed at him.
δή ῥα τότʼ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα·Then indeed she spoke among her fair-haired handmaids:
κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.Hear me, white-armed handmaids, while I say something.
240οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,Not without the will of all the gods who hold Olympus
Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·does this man come to mingle with the godlike Phaeacians.
πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι,Before now he seemed to me unseemly to look upon,
νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.but now he is like the gods who hold the wide heaven.
αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴηWould that a man like this might be called my husband,
245ἐνθάδε ναιετάων, καί οἱ ἅδοι αὐτόθι μίμνειν.dwelling here, and that it might please him to stay in this place.
ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.But come, handmaids, give the stranger food and drink.
ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,So she spoke, and they listened well to her and obeyed,
πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.and they set food and drink beside Odysseus.
ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος ὈδυσσεὺςAnd truly he drank and ate, much-enduring godlike Odysseus,
250ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.ravenously; for a long time he had been without food.
αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν·But white-armed Nausicaa turned her mind to other things.
εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης,She folded the clothes and laid them on the fine wagon,
ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή,yoked the strong-hoofed mules, and mounted herself,
ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·and she urged Odysseus on, and spoke a word and named him:
255ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψωRise up now, stranger, to go to the city, so I may send you
πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημιto the house of my wise father, where I tell you
πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.you will come to know all the noblest of the Phaeacians.
ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·But do just so—and you seem to me not to lack sense:
ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων,as long as we pass through the fields and works of men,
260τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξανso long, with the handmaids, behind the mules and wagon,
καρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω.come swiftly on; and I will lead the way.
αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργοςBut when we set foot in the city, around which runs a wall,
ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,a high one, and there is a fine harbor on each side of the city,
λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαιand the entrance is narrow, and the curved ships
265εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.are hauled up along the road; for each man has his own berth.
ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,And there is their meeting-place around the fair temple of Poseidon,
ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.fitted with quarried stones set deep in the ground.
ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,There they tend to the tackle of their black ships,
πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.the cables and the sails, and there they thin their oars.
270οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,For the Phaeacians care nothing for the bow or the quiver,
ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,but for masts and oars of ships and the balanced ships,
ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.in which, exulting, they cross the grey sea.
τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσωTheir bitter talk I would avoid, lest afterward someone
μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·reproach me; there are very insolent men among the people;
275καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·and some baser man, meeting us, might say:
τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τεWho is this that follows Nausicaa, so tall and handsome,
ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.this stranger? Where did she find him? He will be her husband, surely.
ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸςPerhaps she has brought some wanderer from his ship,
ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·a man from far-off lands, since none dwell near us;
280ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθενor some much-prayed-for god has come down at her prayer,
οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.come down from heaven, and she will keep him all her days.
βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρενBetter so, if she herself went out and found a husband
ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμονelsewhere; for she scorns these men of her own people,
Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.the Phaeacians, who court her—many and noble.
285ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.So they will speak, and these would be reproaches to me.
καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,And I too would blame another girl who did such things,
ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,who, against the will of her dear father and mother, living still,
ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.kept company with men before her open marriage came.
ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχισταStranger, quickly take in my word, so that as soon as may be
290πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.you win your escort and homecoming from my father.
δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθουYou will find a splendid grove of Athena near the road,
αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·of poplars; a spring flows in it, and a meadow lies around;
ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή,there is my father's precinct and his flourishing orchard,
τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.as far from the city as a man's shout would carry.
295ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖςSit down there and wait a while, until we ourselves
ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.come to the town and reach my father's house.
αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι,But when you judge that we have arrived at the palace,
καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαιthen go into the city of the Phaeacians and ask
δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.for the house of my father, great-hearted Alcinous.
300ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτοIt is easily known, and even a child could lead you there,
νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκταιa mere infant; for the houses of the Phaeacians are built
δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιοnothing like it, such is the palace of Alcinous
ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,the hero. But when the house and courtyard have hidden you,
ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαιpass very quickly through the hall, until you reach
305μητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,my mother; she sits at the hearth in the firelight,
ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,spinning sea-purple yarn on her distaff, a wonder to behold,
κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν.leaning against a pillar; her maids sit behind her.
ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,And there my father's throne is set close beside her,
τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.where he sits and drinks his wine like an immortal.
310τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖραςPassing him by, throw your arms around the knees
βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαιof our mother, so that you may see your day of homecoming
χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.with joy, and swiftly, though you have come from very far.
εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,If she should think kindly of you in her heart,
ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαιthen there is hope you will see your loved ones and reach
315οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.your well-built house and your own native land.
ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇSo she spoke, and lashed with the shining whip
ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα.the mules; and swiftly they left the streams of the river.
αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν·They trotted well, and worked their feet well in their stride;
ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶand she drove skillfully, so that the others could follow on foot,
320ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην.the maids and Odysseus, and she plied the whip with judgment.
δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντοThe sun went down, and they came to the famous grove
ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς.sacred to Athena, where godlike Odysseus sat down.
αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·At once then he prayed to the daughter of great Zeus:
κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·Hear me, child of Zeus who bears the aegis, Unwearied One;
325νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσαςhear me now at least, since before you never heard me
ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος.when I was battered, when the famous Earthshaker battered me.
δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.Grant that I come to the Phaeacians welcome and pitied.
ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.So he spoke in prayer, and Pallas Athena heard him.
αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥαBut she did not yet appear before him face to face, for she stood in awe
330πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινενof her father's brother; and he raged furiously
ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.against godlike Odysseus until he reached his own land.
← Book 5ContentsBook 7 →